tag:blogger.com,1999:blog-1023514428780876668.post1518694395927073067..comments2024-03-25T00:12:56.552+02:00Comments on ΕΝΝΕΑ ΕΤΗ ΦΩΤΟΣ: ΑΠΟΛΛΩΝΙΟΣ Ο ΡΟΔΙΟΣ 164. – ΑΡΓΟΝΑΥΤΙΚΑ 3, 947-972 – Η ΑΡΧΗ ΤΟΥ ΟΛΕΘΡΙΟΥ ΠΑΘΟΥΣΣείριοςhttp://www.blogger.com/profile/00803232047212883657noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-1023514428780876668.post-83360346511797000352015-04-04T15:13:08.053+03:002015-04-04T15:13:08.053+03:00ΑΠΟΛΛΩΝΙΟΣ Ο ΡΟΔΙΟΣ: 164. – Ἀργοναυτικὰ 3, 947-972...ΑΠΟΛΛΩΝΙΟΣ Ο ΡΟΔΙΟΣ: 164. – Ἀργοναυτικὰ 3, 947-972

ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.
οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι,
μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν᾽ ἀθύροι
950 μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι,
ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος· οὐδέ ποτ᾽ ὄσσε
ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας, ἐς δὲ κελεύθους
τηλόσε παπταίνεσκε παρακλίνουσα παρειάς.
ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον
955 ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.
αὐτὰρ ὅ γ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη,
ὑψόσ᾽ ἀναθρῴσκων ἅ τε Σείριος Ὠκεανοῖο,
ὃς δ᾽ ἤτοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι
ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν ὀιζύν·
960 ὣς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι
Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.
ἐκ δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως
ἤχλυσαν, θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος·
γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
965 ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως
ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
ἢ δρυσὶν ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται
970 νηνεμίῃ, μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
κινύμεναι ὁμάδησαν ἀπείριτον· ὣς ἄρα τώγε
μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν ἔρωτος.
Σείριοςhttps://www.blogger.com/profile/00803232047212883657noreply@blogger.com