tag:blogger.com,1999:blog-1023514428780876668.post2988327557309190051..comments2024-03-25T00:12:56.552+02:00Comments on ΕΝΝΕΑ ΕΤΗ ΦΩΤΟΣ: ΣΧΕΣΗ ΨΥΧΗΣ ΚΑΙ ΣΩΜΑΤΟΣ, ΟΠΩΣ ΔΙΑΤΥΠΩΝΕΤΑΙ ΣΤΗΝ ΑΡΧΗ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΗ «ΦΥΣΙΟΓΝΩΜΙΚΑ»Σείριοςhttp://www.blogger.com/profile/00803232047212883657noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-1023514428780876668.post-67664443123725362922015-10-18T17:16:01.931+03:002015-10-18T17:16:01.931+03:00ΣΧΕΣΗ ΨΥΧΗΣ ΚΑΙ ΣΩΜΑΤΟΣ, ΟΠΩΣ ΔΙΑΤΥΠΩΝΕΤΑΙ ΣΤΗΝ ΑΡ...ΣΧΕΣΗ ΨΥΧΗΣ ΚΑΙ ΣΩΜΑΤΟΣ, ΟΠΩΣ ΔΙΑΤΥΠΩΝΕΤΑΙ ΣΤΗΝ ΑΡΧΗ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΗ «ΦΥΣΙΟΓΝΩΜΙΚΑ»

Ὅτι αἱ διάνοιαι ἕπονται τοῖς σώμασι, καὶ οὐκ εἰσὶν αὐταὶ καθ᾿ ἑαυτὰς ἀπαθεῖς οὖσαι τῶν τοῦ σώματος κινήσεων.
τοῦτο δὲ δῆλον πάνυ γίνεται ἔν τε ταῖς μέθαις καὶ ἐν ταῖς ἀρρωστίαις.
πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων.
καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερὸν γίνεται περί τε τοὺς ἔρωτας καὶ τοὺς φόβους τε καὶ τὰς λύπας καὶ τὰς ἡδονάς.
ἔτι δὲ ἐν τοῖς φύσει γινομένοις μᾶλλον ἄν τις συνίδοι ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῶς ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίνεσθαι παθημάτων.
οὐδὲν γὰρ πώποτε ζῷον γεγένηται τοιοῦτον ὃ τὸ μὲν εἶδος ἔσχεν ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου,
ἀλλ᾿ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε ἀναγκαῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν.
ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν, ἱππικοί τε ἵππους καὶ κυνηγέται κύνας.
εἰ δὲ ταῦτα ἀληθῆ εἴη (ἀεὶ δὲ ταῦτα ἀληθῆ ἐστίν), εἴη ἂν φυσιογνωμονεῖν.
οἱ μὲν οὖν προγεγενημένοι φυσιογνώμονες κατὰ τρεῖς τρόπους ἐπεχείρησαν φυσιογνωμονεῖν, ἕκαστος καθ᾿ ἕνα.
οἱ μὲν γὰρ ἐκ τῶν γενῶν τῶν ζῴων φυσιογνωμονοῦσι, τιθέμενοι καθ᾿ ἕκαστον γένος εἶδός τι ζῴου καὶ διάνοιαν.
οἱ δ᾿ ἐπὶ τούτοις σῶμά τι, εἶτα τὸν ὅμοιον τῷ σώματι σῶμα ἔχοντα καὶ τὴν ψυχὴν ὁμοίαν ὑπελάμβανον.
ἄλλοι δέ τινες τοῦτο μὲν ἐποίουν, οὐκ ἐξ ἁπάντων δὲ τῶν ζῴων ἐδοκίμαζον, ἀλλ᾿ ἐξ αὐτοῦ τοῦ τῶν ἀνθρώπων γένους,
διελόμενοι κατὰ τὰ ἔθνη, ὅσα διέφερε τὰς ὄψεις καὶ τὰ ἤθη,
οἷον Αἰγύπτιοι καὶ Θρᾷκες καὶ Σκύθαι, ὁμοίως τὴν ἐκλογὴν τῶν σημείων ἐποιοῦντο.
οἱ δέ τινες ἐκ τῶν ἠθῶν τῶν ἐπιφαινομένων, οἵᾳ διαθέσει ἕπεται ἕκαστον ἦθος,
τῷ ὀργιζομένῳ, τῷ φοβουμένῳ, τῷ ἀφροδισιάζοντι, καὶ τῶν ἄλλων δὴ παθημάτων ἑκάστῳ.
ἔστι δὲ κατὰ πάντας τούτους τοὺς τρόπους φυσιογνωμονεῖν, καὶ ἔτι κατ᾿ ἄλλους, καὶ τὴν ἐκλογὴν τῶν σημείων ἀνομοίως ποιεῖσθαι.
Σείριοςhttps://www.blogger.com/profile/00803232047212883657noreply@blogger.com