tag:blogger.com,1999:blog-1023514428780876668.post1001838671835640564..comments2024-03-25T00:12:56.552+02:00Comments on ΕΝΝΕΑ ΕΤΗ ΦΩΤΟΣ: ΠΛΑΤΩΝ - ΑΝΑΦΟΡΑ ΣΤΗΝ ΑΜΕΡΙΚΑΝΙΚΗ ΗΠΕΙΡΟΣείριοςhttp://www.blogger.com/profile/00803232047212883657noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-1023514428780876668.post-8023604309329515712015-05-02T23:40:42.909+03:002015-05-02T23:40:42.909+03:00«ΤΙΜΑΙΟΣ Κ ΚΡΙΤΙΑΣ»
ΑΠΟΣΠΑΣΜΑ
[24e] ἓν ὑπερέχει ...«ΤΙΜΑΙΟΣ Κ ΚΡΙΤΙΑΣ»

ΑΠΟΣΠΑΣΜΑ

[24e] ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ∙ λέγει γὰρ τὰ γεγραμμένα
ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευο-
μένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμη-
θεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους. τότε γὰρ πορεύσιμον
ἦν τὸ ἐκεῖ πέλαγος∙ νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ
καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα
Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας
νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων
[25a] ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν
ἐκεῖνον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ
λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν∙ ἐκεῖνο
δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς
ὀρθότατ’ ἂν λέγοιτο ἤπειρος. ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ
ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων,
κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων
καὶ μερῶν τῆς ἠπείρου∙ πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε
Σείριοςhttps://www.blogger.com/profile/00803232047212883657noreply@blogger.com