tag:blogger.com,1999:blog-1023514428780876668.post7030917737995700799..comments2024-03-25T00:12:56.552+02:00Comments on ΕΝΝΕΑ ΕΤΗ ΦΩΤΟΣ: ΣΥΝΕΟΡΤΑΣΜΟΣ ΤΩΝ ΚΩΩΝ ΓΙΑ ΤΗΝ ΜΕΓΑΛΗ ΝΙΚΗ ΕΝΑΝΤΙΟΝ ΤΩΝ ΓΑΛΑΤΩΝ ΣΤΟΥΣ ΔΕΛΦΟΥΣ - ΣΤΗΛΗ ΛΕΥΚΟΥ ΜΑΡΜΑΡΟΥ ΑΚΕΡΑΙΑΣείριοςhttp://www.blogger.com/profile/00803232047212883657noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-1023514428780876668.post-17882045137609515732015-04-14T23:05:23.881+03:002015-04-14T23:05:23.881+03:00ΣΤΗΛΗ ΛΕΥΚΟΥ ΜΑΡΜΑΡΟΥ ΑΚΕΡΑΙΑ - ΠΡΩΤΟΤΥΠΟ
Διοκλῆς...ΣΤΗΛΗ ΛΕΥΚΟΥ ΜΑΡΜΑΡΟΥ ΑΚΕΡΑΙΑ - ΠΡΩΤΟΤΥΠΟ

Διοκλῆς Φιλίνου εἶπε· ἐπειδὴ τῶν βαρ-
βάρων στρατείαν ποιησαμένων ἐπὶ
τοὺς Ἕλλανας καὶ ἐπὶ τὸ ἱερὸν τὸ ἐν
Δελφοῖς, ἀναγγέλλεται τὸς μὲν ἐλ-
θόντας ἐπὶ τὸ ἱερὸν τιμωρίας τετεύ- [5]
χεν ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἀνδρῶν
τῶν ἐπιβοαθησάντων τῶι ἱερῶι ἐν τᾶι
τῶν βαρβάρων ἐφόδωι, τὸ δὲ ἱερὸν διαπε-
φυλάχθαι τε καὶ ἐπικεκοσμῆσθαι τοῖς
ὑπὸ τῶν ἐπιστρατευσάντων ὅπλοις, [10]
τῶν δὲ λοιπῶν τῶν στρατευσάντων
τοὺς πλείστους ἀπολώλεν ἐν τοῖς γε-
νομένοις ἀγῶσι ποτὶ τοὺς Ἕλλανας
αὐτοῖς· vvvv ὅπως οὖν ὁ δᾶμος φανε-
ρὸς ἦι συναδόμενος ἐπὶ τᾶι γεγενημέ- [15]
ναι νίκαι τοῖς Ἕλλασι καὶ τῶι θεῶι χαρισ-
τήρια ἀποδιδοὺς τᾶς τε ἐπιφανείας
τᾶς γεγενημένας ἕνεκεν ἐν τοῖς περὶ
τὸ ἱερὸν κινδύνοις καὶ τᾶς τῶν Ἑλλά-
νων σωτηρίας· vvv ἀγαθᾶι τύχαι, δε- [20]
δόχθαι τῶι δάμωι, τὸν ἀρχιθέωρον καὶ
τοὺς θεωροὺς τοὺς αἱρημένους, ἐπεί κα
ἀφίκωνται εἰς Δελφούς, θῦσαι τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι βοῦν χρυσόκερω ὑπὲρ
τᾶς τῶν Ἑλλάνων σωτηρίας καὶ ἐπεύ- [25]
χεσθαι τῶι τε δάμωι τῶι Κώιων γίνεσ-
θαι τὰ ἀγαθὰ καὶ μεθʼ ὁμονοίας πολι-
τεύεν ἐν δαμοκρατίαι, καὶ τοῖς ἐπιβοα-
θήσασι τῶν Ἑλλάνων τῶι ἱερῶι εὖ ἦμεν
ἐς τὸν ἀεὶ χρόνον. ποιήσασθαι δὲ θυσίαν [30]
καὶ τοὺς προστάτας τῶι τε Ἀπόλλωνι
τῶι Πυθίωι καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τᾶι
Νίκαι· θυσάντω δὲ τῶν θεῶν ἑκάστωι
ἱερεῖον τέλευν· ἐν ἇι δέ κα ἁμέραι τὰν θυ-
σίαν ποιῶνται, ἱερὰν τὰν ἁμέραν ἦμεν καὶ [35]
στεφαναφορεῖν τοὺς πολίτας καὶ τοὺς
παροίκους καὶ τὸς ἄλλος τὸς ἐνδα-
μεῦντας ἐγ Κῶι πάντας· ὁ δὲ ἱεροκᾶρυξ
ἀνειπάτω ὅτι ὁ δᾶμος ἱερὰν ἄγει τὰν ἁμέραν
ἐπὶ τᾶι τῶν Ἑλλάνων σωτηρίαι καὶ νίκαι, [40]
τοῖς δὲ στεφαναφορήσασι λώϊον καὶ ἄ-
μεινον ἦμεν. τὰν δὲ θυσίαν ποείσθων ἐν
τῶι μηνὶ τῶι Πανάμωι· τοὶ δὲ ταμίαι δόντω
ἐς μὲν τὰν ἐν Δελφοῖς θυσίαν δραχμὰς
τετρακοσίας, ἐς δὲ τὰν ἐγ Κῶι δραχμὰς [45]
ἑκατὸν ἑξήκοντα· τοὶ δὲ προστάται ἐπι-
μεληθέντω ὅπως τοῖς τε θεωροῖς ἀποσ-
ταλῆι τὸ ἀργύριον καὶ ταὶ ἐγ Κῶι θυσίαι γέ-
νωνται· τοὶ δὲ πωληταὶ μισθωσάντω ἀ-
ναγράψαι τὸ ψάφισμα ἐστάλαν λιθίναν [50]
καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ.
Σείριοςhttps://www.blogger.com/profile/00803232047212883657noreply@blogger.com