tag:blogger.com,1999:blog-1023514428780876668.post7444381210312732074..comments2024-03-25T00:12:56.552+02:00Comments on ΕΝΝΕΑ ΕΤΗ ΦΩΤΟΣ: Ο ΤΡΑΥΜΑΤΙΣΜΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΛΕΞΑΝΔΡΟΥΣείριοςhttp://www.blogger.com/profile/00803232047212883657noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-1023514428780876668.post-4567697529612830392013-04-23T17:31:34.586+03:002013-04-23T17:31:34.586+03:00ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ «ΠΕΡΙ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΥΧΗ...ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ «ΠΕΡΙ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΥΧΗΣ Η ΑΡΕΤΗΣ» ΤΟΥ ΠΛΟΥΤΑΡΧΟΥ :

…ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ πελάσαι τολμήσαντα μετὰ ξίφους αὐτὸς τῷ ἐγχειριδίῳ φθάσας κατέβαλε καὶ ἀπέκτεινεν•

344D ἐν τούτῳ δέ τις δραμὼν ἐκ μυλῶνος ὑπέρῳ κατὰ τοῦ αὐχένος ὄπισθεν πληγὴν κατήνεγκεν, ἣ συνέχεε τὴν αἴσθησιν αὐτοῦ σκοτωθέντος•

ἡ δ’ Ἀρετὴ παρῆν, θάρσος μὲν αὐτῷ ῥώμην δὲ καὶ σπουδὴν τοῖς περὶ αὐτὸν ἐμποιοῦσα.
Λιμναῖοι γὰρ καὶ Πτολεμαῖοι καὶ Λεοννάτοι, καὶ ὅσοι τὸ τεῖχος ὑπερκαταβάντες ἢ ῥήξαντες ἔστησαν πρὸ αὐτοῦ, τεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα καὶ τὰ πρόσωπα καὶ τὰς ψυχὰς προβαλλόμενοι.
οὐ γὰρ διὰ Τύχην ἀγαθῶν βασιλέων ἑταῖροι προαποθνήσκουσιν ἑκουσίως καὶ προκινδυνεύουσιν,

344E ἀλλ’ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέχονται καὶ προσπεφύκασι.

τίς οὖν οὐκ ἂν εἴποι τότε παρὼν ἀκίνδυνος θεατής, ὅτι Τύχης μέγαν ἀγῶνα κατ’ Ἀρετῆς θεᾶται,
καὶ τὸ μὲν βάρβαρον παρ’ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δ’ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν δι’ Ἀρετήν,
κἂν μὲν ἐκεῖνοι περιγένωνται, Τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον•

ἂν δ’ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον;

ταῦτα γὰρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δ’ ἄλλης δυνάμεως καὶ παρασκευῆς στόλων καὶ ἵππων καὶ στρατοπέδων μέσον ἔθηκεν ἡ Τύχη τὸ τεῖχος. 344F

ἐτρέψαντο μὲν οὖν τοὺς βαρβάρους οἱ Μακεδόνες, καὶ πεσοῦσιν αὐτοῖς ἐπικατέσκαψαν τὴν πόλιν.
Ἀλεξάνδρῳ δ’ οὐδὲν ἦν ὄφελος•

ήρπαστο γὰρ μετὰ τοῦ βέλους, καὶ τὸν κάλαμον ἐν τοῖς σπλάγχνοις εἶχε, καὶ δεσμὸς ἦν αὐτῷ καὶ ἧλος τὸ τόξευμα τοῦ θώρακος πρὸς τὸ σῶμα.

345Α καὶ σπάσαι μὲν ὥσπερ ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους•
ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προῦχον, ἀλλ’ ἐφοβοῦντο, μήπως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται.
πολλὴν δ’ ἀπορίαν καὶ διατριβὴν ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ σώματος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν•
ἠτόνει δ’ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος.

ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι θαρρύνων τοὺς ἀτρώτους•

345B καὶ τοῖς μὲν ἐλοιδορεῖτο κλαίουσι καὶ περιπαθοῦσι, τοὺς δὲ λιποτάκτας ἀπεκάλει, μὴ τολμῶντας αὐτῷ βοηθεῖν•

ἐβόα δὲ πρὸς τοὺς ἑταίρους "μηδεὶς ἔστω μηδ’ ὑπὲρ ἐμοῦ δειλός• ἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθ’ ὑμεῖς".
Σείριοςhttps://www.blogger.com/profile/00803232047212883657noreply@blogger.com