Κυριακή, 20 Απριλίου 2014

"ΕΙΣ ΑΠΟΛΛΩΝ"

1 σχόλιο:

Σείριος είπε...

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΑΠΟΛΛΩΝΟΣ

ΕΛΘΕ, ΜΑΚΑΡ, ΠΑΙΑΝ, ΤΙΤΥΟΚΤΟΝΕ, ΦΟΙΒΕ, ΛΥΚΩΡΕΥ,
ΜΕΜΦΙΤ’, ΑΓΛΑΟΤΙΜΕ, ΙΗΙΕ, ΟΛΒΙΟΔΩΤΑ,
ΧΡΥΣΟΛΥΡΗ, ΣΠΕΡΜΕΙΕ, ΑΡΟΤΡΙΕ, ΠΥΘΙΕ, ΤΙΤΑΝ,
ΓΡΥΝΕΙΕ, ΣΜΙΝΘΕΥ, ΠΥΘΟΚΤΟΝΕ, ΔΕΛΦΙΚΕ, ΜΑΝΤΙ,
ΑΓΡΙΕ, ΦΩΣΦΟΡΕ ΔΑΙΜΟΝ, ΕΡΑΣΜΙΕ, ΚΥΔΙΜΕ ΚΟΥΡΕ,
ΜΟΥΣΑΓΕΤΑ, ΧΟΡΟΠΟΙΕ, ΕΚΗΒΟΛΕ, ΤΟΞΟΒΕΛΕΜΝΕ,
ΒΑΚΧΙΕ ΚΑΙ ΔΙΔΥΜΕΥ, ΕΚΑΕΡΓΕ, ΛΟΞΙΑ, ΑΓΝΕ,
ΔΗΛΙ’ ΑΝΑΞ, ΠΑΝΔΕΡΚΕΣ ΕΧΩΝ ΦΑΕΣΙΜΒΡΟΤΟΝ ΟΜΜΑ,
ΧΡΥΣΟΚΟΜΑ, ΚΑΘΑΡΑΣ ΦΗΜΑΣ ΧΡΗΣΜΟΥΣ Τ’ ΑΝΑΦΑΙΝΩΝ.
ΚΛΥΘΙ ΜΟΥ ΕΥΧΟΜΕΝΟΥ ΛΑΩΝ ΥΠΕΡ ΕΥΦΡΟΝΙ ΘΥΜΩΙ.
ΤΟΝΔΕ ΣΥ ΓΑΡ ΛΕΥΣΣΕΙΣ ΤΟΝ ΑΠΕΙΡΙΤΟΝ ΑΙΘΕΡΑ ΠΑΝΤΑ
ΓΑΙΑΝ Τ’ ΟΛΒΙΟΜΟΙΡΟΝ ΥΠΕΡΘΕ ΤΕ ΚΑΙ ΔΙ’ ΑΜΟΛΓΟΥ,
ΝΥΚΤΟΣ ΕΝ ΗΣΥΧΙΑΙΣΙΝ ΥΠ’ ΑΣΤΕΡΟΟΜΜΑΤΟΝ ΟΡΦΝΗ
ΡΙΖΑΣ ΝΕΡΘΕ ΔΕΔΟΡΚΑΣ, ΕΧΕΙΣ ΔΕ ΤΕ ΠΕΙΡΑΤΑ ΚΟΣΜΟΥ
ΠΑΝΤΟΣ. ΣΟΙ Δ’ ΑΡΧΗ ΤΕ ΤΕΛΕΥΤΗ Τ’ ΕΣΤΙ ΜΕΛΟΥΣΑ,
ΠΑΝΤΟΘΑΛΗΣ, ΣΥ ΔΕ ΠΑΝΤΑ ΠΟΛΟΝ ΚΙΘΑΡΗΙ ΠΟΛΥΚΡΕΚΤΩΙ
ΑΡΜΟΖΕΙΣ, ΟΤΕ ΜΕΝ ΝΕΑΤΗΣ ΕΠΙ ΤΕΡΜΑΤΑ ΒΑΙΝΩΝ,
ΑΛΛΟΤΕ Δ’ ΑΥΘ’ ΥΠΑΤΗΝ, ΠΟΤΕ ΔΩΡΙΟΝ ΕΙΣ ΔΙΑΚΟΣΜΟΝ
ΠΑΝΤΑ ΠΟΛΟΝ ΚΙΡΝΑΣ ΚΡΙΝΕΙΣ ΒΙΟΘΡΕΜΜΟΝΑ ΦΥΛΑ,
ΑΡΜΟΝΙΗΙ ΚΕΡΑΣΑΣ (ΤΗΝ) ΠΑΓΚΟΣΜΙΟΝ ΑΝΔΡΑΣΙ ΜΟΙΡΑΝ,
ΜΙΞΑΣ ΧΕΙΜΩΝΟΣ ΘΕΡΕΟΣ Τ’ ΙΣΟΝ ΑΜΦΟΤΕΡΟΙΣΙΝ,
ΕΙΣ ΥΠΑΤΑΣ ΧΕΙΜΩΝΑ, ΘΕΡΟΣ ΝΕΑΤΑΙΣ ΔΙΑΚΡΙΝΑΣ,
ΔΩΡΙΟΝ ΕΙΣ ΕΑΡΟΣ ΠΟΛΥΗΡΑΤΟΥ ΩΡΙΟΝ ΑΝΘΟΣ.
ΈΝΘΕΝ ΕΠΩΝΥΜΙΗΝ ΣΕ ΒΡΟΤΟΙ ΚΛΗΙΖΟΥΣΙΝ ΑΝΑΚΤΑ,
ΠΑΝΑ, ΔΙΚΕΡΩΤ’, ΑΝΕΜΩΝ ΣΥΡΙΓΜΑΘ’ ΙΕΝΤΑ.
ΟΥΝΕΚΑ ΠΑΝΤΟΣ ΕΧΕΙΣ ΚΟΣΜΟΥ ΣΦΡΑΓΙΔΑ ΤΥΠΩΤΙΝ.
ΚΛΥΘΙ, ΜΑΚΑΡ, ΣΩΖΩΝ ΜΥΣΤΑΣ ΙΚΕΤΗΡΙΔΙ ΦΩΝΗΙ.

Related Posts Plugin for WordPress, Blogger...

Αρχειοθήκη ιστολογίου